Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.160 Joseph. AJ 19.166 (English) >>Joseph. AJ 19.171

19.163εἴ τέ τις τῶν κατὰ ἕνα σχήσοι τὴν ἡγεμονίαν, εἰς πάντα λυπηρὸν αὐτοῖς εἶναι μὴ οὐ συνεργοῖς τῆς ἀρχῆς καταστᾶσιν. 19.164καλῶς οὖν ἔχειν ἀκρίτων ἔτι ὄντων τῶν πραγμάτων ἡγεμόνα αἱρεῖσθαι Κλαύδιον, πάτρωά τε ὄντα τοῦ τεθνεῶτος καὶ τῶν εἰς τὴν βουλὴν συλλεγομένων οὐδενὸς οὗτινος οὐκ ἀξιολογώτερον προγόνων τε ἀρετῇ καὶ τῷ κατʼ αὐτὸν παιδείαν μεμελετηκότι, 19.165καὶ σταθέντα αὐτοκράτορα τιμήσειν τε τὰ εἰκότα καὶ ἀμείψεσθαι δωρεαῖς.” ταῦτα διανοοῦνταί τε καὶ ἔπραξαν ἐκ τοῦ παραχρῆμα. 19.166ἥρπαστο μὲν δὴ Κλαύδιος ὑπὸ τοῦ στρατιωτικοῦ. Ναῖος δὲ Σέντιος Σατορνῖνος καίτοι πεπυσμένος τὴν Κλαυδίου ἁρπαγήν, καὶ ὡς ἐπιδικάζοιτο τῆς ἀρχῆς ἄκων μὲν δοκεῖν, τὸ δὲ ἀληθὲς καὶ βουλήσει τῇ αὐτοῦ, καταστὰς ἐπὶ τῆς συγκλήτου καὶ μηδὲν ἐκπλαγεὶς ἐλευθέροις τε καὶ γενναίοις ἀνδράσι πρεπόντως ποιεῖται παραίνεσιν τάδε λέγων. 19.167

Εἰ καὶ ἄπιστον, Ῥωμαῖοι, διὰ τὸ χρόνῳ πολλῷ ἥκειν ἀνέλπιστον οὖσαν ἡμῖν, ἀλλʼ οὖν ἔχομεν τοῦ ἐλευθέρου τὴν ἀξίωσιν, ἄδηλον μὲν ἐφʼ ὁπόσον παρατείνουσαν καὶ γνώμῃ θεῶν οἳ ἐχαρίσαντο αὐτὴν κειμένην, εὐφραίνειν δὲ ἀρκοῦσαν καὶ εἴπερ ἀφαιρεθείημεν αὐτῆς εὐδαιμονίᾳ συνάγουσαν· 19.168ἱκανὴ γὰρ καὶ μία ὥρα τοῖς ἀρετῆς αἰσθανομένοις καὶ μετʼ αὐτοτελοῦς τῆς διανοίας ἐν αὐτοδίκῳ τῇ πατρίδι καὶ μετὰ νόμων, οἷς ποτε ἤνθησε, διαιτωμένῃ βιωθεῖσα.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.160 Joseph. AJ 19.166 (English) >>Joseph. AJ 19.171

Powered by PhiloLogic